Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.222 Joseph. AJ 9.227 (English) >>Joseph. AJ 9.231

9.225μεταξὺ δὲ σεισμὸς ἐκλόνησε τὴν γῆν μέγας καὶ διαστάντος τοῦ ναοῦ φέγγος ἡλίου λαμπρὸν ἐξέλαμψε καὶ τῇ τοῦ βασιλέως ὄψει προσέπεσεν, ὡς τῷ μὲν εὐθέως λέπραν ἐπιδραμεῖν, πρὸ δὲ τῆς πόλεως πρὸς τῇ καλουμένῃ Ἐρωγῇ τοῦ ὄρους ἀπορραγῆναι τὸ ἥμισυ τοῦ κατὰ τὴν δύσιν καὶ κυλισθὲν τέσσαρας σταδίους ἐπὶ τὸ ἀνατολικὸν ὄρος στῆναι, ὡς τάς τε παρόδους ἐμφραγῆναι καὶ τοὺς παραδείσους τοὺς βασιλικούς. 9.226ἐπεὶ δὲ κατειλημμένην τὴν ὄψιν τοῦ βασιλέως ὑπὸ τῆς λέπρας εἶδον οἱ ἱερεῖς, ἔφραζόν τε αὐτῷ τὴν συμφορὰν καὶ ἐκέλευον ἐξιέναι τῆς πόλεως ὡς ἐναγῆ. δʼ ὑπʼ αἰσχύνης τε τοῦ συμβεβηκότος δεινοῦ καὶ τοῦ μηκέτʼ αὐτῷ παρρησίαν εἶναι τὸ κελευόμενον ἐποίει, τῆς ὑπὲρ ἄνθρωπον διανοίας καὶ τῶν διὰ τοῦτο εἰς τὸν θεὸν ἀσεβημάτων ταλαίπωρον οὕτως καὶ οἰκτρὰν ὑπομείνας δίκην. 9.227καὶ χρόνον μέν τινα διῆγεν ἔξω τῆς πόλεως ἰδιώτην ἀποζῶν βίον τοῦ παιδὸς αὐτῷ Ἰωθάμου τὴν ἀρχὴν παραλαβόντος, ἔπειτα ὑπὸ λύπης καὶ ἀθυμίας τῆς ἐπὶ τοῖς γεγενημένοις ἀπέθανεν, ἔτη μὲν βιώσας ὀκτὼ καὶ ἑξήκοντα, τούτων δὲ βασιλεύσας πεντηκονταδύο. ἐκηδεύθη δὲ μόνος ἐν τοῖς ἑαυτοῦ κήποις. 9.228

δὲ τοῦ Ἱεροβάμου παῖς Ζαχαρίας ἓξ μῆνας βασιλεύσας τῶν Ἰσραηλιτῶν δολοφονηθεὶς ἀπέθανεν ὑπὸ φίλου τινὸς Σελλήμου μὲν τοὔνομα Ἰαβήσου δὲ υἱοῦ, ὃς καὶ τὴν βασιλείαν μετʼ αὐτὸν παραλαβὼν οὐ πλείονα χρόνον ἡμερῶν αὐτὴν κατέσχε τριάκοντα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.222 Joseph. AJ 9.227 (English) >>Joseph. AJ 9.231

Powered by PhiloLogic